Brand Logo
  • 聖經
  • 資源
  • 計劃
  • 聯絡我們
  • APP下載
  • 聖經
  • 搜索
  • 原文研究
  • 逐節對照
我的
跟随系统浅色深色简体中文香港繁體台灣繁體English
奉獻
書卷章

舊約

    新約

    • MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
    • McΚΑΤΑ ΜΑΡΚΟΝ
    • LΚΑΤΑ ΛΟΥΚΑΝ
    • JΚΑΤΑ ΙΩΑΝΝΗΝ
    • ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
    • RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
    • 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
    • 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
    • GΠΡΟΣ ΓΑΛΑΤΑΣ
    • EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
    • PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
    • KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
    • 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
    • 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
    • 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
    • 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
    • TtΠΡΟΣ ΤΙΤΟΝ
    • PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
    • HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
    • JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
    • 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
    • 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
    • 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
    • 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
    • 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
    • JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
    • ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
    • 1
    • 2
    • 3

    聖經版本

      播放版本對照
      設置
      顯示節號
      顯示標題
      顯示腳註
      逐節分段

      1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν
      2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου·
      3Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον. ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,
      4ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός.
      5Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
      6καὶ νῦν τὸ κατέχον οἴδατε εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.
      7τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.
      8καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος [Ἰησοῦς] ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
      9οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους
      10καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.
      11καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
      12ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
      13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
      14εἰς ὃ [καὶ] ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
      15Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.
      16Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [ὁ] θεὸς ὁ πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,
      17παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

      Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.

      © 2013-2025 WeDevote Bible
      隱私政策使用條款反饋捐贈
      聖經
      資源
      計劃
      奉獻