Brand Logo
  • Bible
  • Resources
  • Plans
  • Contact Us
  • Install App
  • Bible
  • Search
  • Exegesis
  • Parallel Verses
Account
SystemLightDark简体中文香港繁體台灣繁體English
Donate
BooksChapters

Old Testament

    New Testament

    • MatMatthew
    • MakMark
    • LukLuke
    • JhnJohn
    • ActActs
    • RomRomans
    • 1Co1 Corinthians
    • 2Co2 Corinthians
    • GalGalatians
    • EphEphesians
    • PhlPhilippians
    • ColColossians
    • 1Ts1 Thessalonians
    • 2Ts2 Thessalonians
    • 1Ti1 Timothy
    • 2Ti2 Timothy
    • TitTitus
    • MonPhilemon
    • HebHebrews
    • JasJames
    • 1Pe1 Peter
    • 2Pe2 Peter
    • 1Jn1 John
    • 2Jn2 John
    • 3Jn3 John
    • JudJude
    • RevRevelation
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • 7
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • 13
    • 14
    • 15
    • 16

    Bible Versions

      PlayParallel
      Settings
      Show Verse Number
      Show Title
      Show Footnotes
      Verse List View
      1ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
      2μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν.
      3ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
      4τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
      5Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτῇ.
      6ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν? (τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν),
      7ἤ, τίς καταβήσεται εἰς τὴν Ἄβυσσον? (τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν).
      8ἀλλὰ τί λέγει? ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου; τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
      9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
      10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
      11λέγει γὰρ ἡ Γραφή, πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
      12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος; ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
      13πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.
      14πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν? πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν? πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος?
      15πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν? καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!
      16ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν?
      17ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
      18ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν? μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν; καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν.
      19ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω? πρῶτος Μωϋσῆς λέγει, ἐγὼ παραζηλώσω ὑμᾶς, ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ, παροργιῶ ὑμᾶς.
      20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν; ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
      21πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, ὅλην τὴν ἡμέραν, ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

      An open-licensed, lexically tagged, morphologically parsed critical Greek New Testament with full apparatus. It enables the global Church to have access to the original texts of the New Testament.

      © 2013-2025 WeDevote Bible
      Privacy PolicyTerms of UseFeedbackDonate
      Bible
      Resources
      Plans
      Donate