Brand Logo
  • Bible
  • Resources
  • Plans
  • Contact Us
  • Install App
  • Bible
  • Search
  • Exegesis
  • Parallel Verses
Account
SystemLightDark简体中文香港繁體台灣繁體English
Donate
BooksChapters

Old Testament

    New Testament

    • MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
    • McΚΑΤΑ ΜΑΡΚΟΝ
    • LΚΑΤΑ ΛΟΥΚΑΝ
    • JΚΑΤΑ ΙΩΑΝΝΗΝ
    • ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
    • RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
    • 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
    • 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
    • GΠΡΟΣ ΓΑΛΑΤΑΣ
    • EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
    • PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
    • KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
    • 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
    • 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
    • 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
    • 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
    • TtΠΡΟΣ ΤΙΤΟΝ
    • PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
    • HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
    • JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
    • 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
    • 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
    • 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
    • 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
    • 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
    • JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
    • ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • 7
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • 13

    Bible Versions

      PlayParallel
      Settings
      Show Verse Number
      Show Title
      Show Footnotes
      Verse List View

      1Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,
      2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν [ὅλῳ] τῷ οἴκῳ αὐτοῦ.
      3πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
      4πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.
      5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
      6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν[περ] τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.
      7Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον·
      σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
      8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ
      κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
      9οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ
      καὶ εἶδον τὰ ἔργα μου
      10τεσσεράκοντα ἔτη·
      διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ
      καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ,
      αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
      11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου·
      εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
      12Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
      13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας –
      14μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν –
      15ἐν τῷ λέγεσθαι·
      σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
      μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
      16τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
      17τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
      18τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
      19καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.

      Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.

      © 2013-2025 WeDevote Bible
      Privacy PolicyTerms of UseFeedbackDonate
      Bible
      Resources
      Plans
      Donate