Brand Logo
  • Bible
  • Resources
  • Plans
  • Contact Us
  • Install App
  • Bible
  • Search
  • Exegesis
  • Parallel Verses
Account
SystemLightDark简体中文香港繁體台灣繁體English
Donate
BooksChapters

Old Testament

    New Testament

    • MatMatthew
    • MakMark
    • LukLuke
    • JhnJohn
    • ActActs
    • RomRomans
    • 1Co1 Corinthians
    • 2Co2 Corinthians
    • GalGalatians
    • EphEphesians
    • PhlPhilippians
    • ColColossians
    • 1Ts1 Thessalonians
    • 2Ts2 Thessalonians
    • 1Ti1 Timothy
    • 2Ti2 Timothy
    • TitTitus
    • MonPhilemon
    • HebHebrews
    • JasJames
    • 1Pe1 Peter
    • 2Pe2 Peter
    • 1Jn1 John
    • 2Jn2 John
    • 3Jn3 John
    • JudJude
    • RevRevelation
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6

    Bible Versions

      PlayParallel
      Settings
      Show Verse Number
      Show Title
      Show Footnotes
      Verse List View
      1παρακαλῶ οὖν, πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων;
      2ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
      3τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ,
      4ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
      5εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,
      6ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις;
      7εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος (ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
      8βούλομαι οὖν, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
      9ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, καὶ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ,
      10ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν.
      11γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ;
      12διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ.
      13Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα;
      14καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα, ἐν παραβάσει γέγονεν.
      15σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.

      An open-licensed, lexically tagged, morphologically parsed critical Greek New Testament with full apparatus. It enables the global Church to have access to the original texts of the New Testament.

      © 2013-2025 WeDevote Bible
      Privacy PolicyTerms of UseFeedbackDonate
      Bible
      Resources
      Plans
      Donate