mat 20:29 UGNT
逐节对照
交叉引用
  • Matthew 9:27 - καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, ἐλέησον ἡμᾶς, Υἱὲ Δαυείδ.
  • Matthew 9:28 - ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι? λέγουσιν αὐτῷ, ναί, Κύριε.
  • Matthew 9:29 - τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων, κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
  • Matthew 9:30 - καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων, ὁρᾶτε μηδεὶς γινωσκέτω.
  • Matthew 9:31 - οἱ δὲ ἐξελθόντες, διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
  • Luke 18:35 - ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰερειχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
  • Luke 18:36 - ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
  • Luke 18:37 - ἀπήγγειλαν δὲ αὐτῷ, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
  • Luke 18:38 - καὶ ἐβόησεν λέγων, Ἰησοῦ, Υἱὲ Δαυείδ, ἐλέησόν με.
  • Luke 18:39 - καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ, ἵνα σιγήσῃ. αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυείδ, ἐλέησόν με.
  • Luke 18:40 - σταθεὶς δὲ, ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτόν,
  • Luke 18:41 - τί σοι θέλεις ποιήσω? ὁ δὲ εἶπεν, Κύριε, ἵνα ἀναβλέψω.
  • Luke 18:42 - καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, ἀνάβλεψον; ἡ πίστις σου σέσωκέν σε.
  • Luke 18:43 - καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ Θεῷ.
  • Mark 10:46 - καὶ ἔρχονται εἰς Ἰερειχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰερειχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.
  • Mark 10:47 - καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Υἱὲ Δαυεὶδ, Ἰησοῦ, ἐλέησόν με.
  • Mark 10:48 - καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ; ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυείδ, ἐλέησόν με.
  • Mark 10:49 - καὶ στὰς, ὁ Ἰησοῦς εἶπεν, φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ, θάρσει, ἔγειρε, φωνεῖ σε.
  • Mark 10:50 - ὁ δὲ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας, ἦλθεν πρὸς τὸν Ἰησοῦν.
  • Mark 10:51 - καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν, τί σοι θέλεις ποιήσω? ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ραββουνεί, ἵνα ἀναβλέψω.
  • Mark 10:52 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.
逐节对照交叉引用