heb 6:15 UGNT
逐节对照
交叉引用
  • Romans 4:17 - καθὼς γέγραπται, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσεν Θεοῦ, τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα;
  • Romans 4:18 - ὃς παρ’ ἐλπίδα, ἐπ’ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου.
  • Romans 4:19 - καὶ μὴ ἀσθενήσας τῇ πίστει, κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας;
  • Romans 4:20 - εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ,
  • Romans 4:21 - καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστιν καὶ ποιῆσαι.
  • Romans 4:22 - διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
  • Romans 4:23 - οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ,
  • Romans 4:24 - ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν, τὸν Κύριον ἡμῶν, ἐκ νεκρῶν,
  • Romans 4:25 - ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
  • Hebrews 6:12 - ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας, κληρονομούντων τὰς ἐπαγγελίας.
逐节对照交叉引用